Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52 Dem. 53 (English) >>Dem. 54

Πρὸς Νικόστρατον Περὶ Ἀνδραπόδων Ἀπογραφῆς Ἀρεθουσίου

53.1ὅτι μὲν οὐ συκοφαντῶν, ἀλλʼ ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην, μέγιστον ὑμῖν ἔστω τεκμήριον, ἄνδρες δικασταί, τό τε μέγεθος τῆς ἀπογραφῆς, καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα. οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθʼ ἡμιμναίων ἄξια ἀνδράποδα, ὡς αὐτὸς ἀμφισβητῶν τετίμηται αὐτά, ἐκινδύνευον δʼ ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι· 53.2οὐδʼ αὖ οὕτως ἄπορος ἦν οὐδʼ ἄφιλος ὥστε οὐκ ἂν ἐξευρεῖν τὸν ἀπογράψοντα· ἀλλὰ τῶν ἐν ἀνθρώποις ἁπάντων ἡγησάμενος δεινότατον εἶναι ἀδικεῖσθαι μὲν αὐτός, ἕτερον δʼ ὑπὲρ ἐμοῦ τοῦ ἀδικουμένου τοὔνομα παρέχειν, καὶ εἶναι ἄν τι τούτοις τοῦτο τεκμήριον, ὁπότε ἐγὼ λέγοιμι τὴν ἔχθραν πρὸς ὑμᾶς, ὡς ψεύδομαι (οὐ γὰρ ἄν ποτε ἕτερον ἀπογράψαι, εἴπερ ἐγὼ αὐτὸς ἠδικούμην), διὰ μὲν ταῦτα ἀπέγραψα. ἀπογράψας δὲ ἐὰν ἀποδείξω τὰ ἀνδράποδα Ἀρεθουσίου ὄντα, οὗπερ ἐγέγραπτο εἶναι, τὰ μὲν τρία μέρη, ἐκ τῶν νόμων τῷ ἰδιώτῃ τῷ ἀπογράψαντι γίγνεται, τῇ πόλει ἀφίημι, αὐτῷ δʼ ἐμοὶ τετιμωρῆσθαι ἀρκεῖ μόνον. 53.3εἰ μὲν οὖν μοι ἦν ἱκανὸν τὸ ὕδωρ διηγήσασθαι πρὸς ὑμᾶς τὰ ἐξ ἀρχῆς, ὅσʼ ἀγαθὰ πεπονθότες ὑπʼ ἐμοῦ οἷά με εἰργασμένοι εἰσίν, εὖ οἶδʼ ὅτι ὑμεῖς τʼ ἄν μοι ἔτι μᾶλλον συγγνώμην εἴχετε τοῦ ὀργίζεσθαι αὐτοῖς, τούτους τʼ ἀνοσιωτάτους ἀνθρώπων ἡγήσασθε εἶναι· νῦν δʼ οὐδὲ διπλάσιόν μοι τούτου ὕδωρ ἱκανὸν ἂν γένοιτο. τὰ μὲν οὖν μέγιστα καὶ περιφανῆ τῶν ἀδικημάτων, καὶ ὁπόθεν ἀπογραφὴ αὕτη γέγονεν, ἐρῶ πρὸς ὑμᾶς, τὰ δὲ πολλὰ ἐάσω.

53.4Νικόστρατος γὰρ οὑτοσί, ἄνδρες δικασταί, γείτων μοι ὢν ἐν ἀγρῷ καὶ ἡλικιώτης, γνωρίμως μέν μοι εἶχεν καὶ πάλαι, ἐπειδὴ δὲ ἐτελεύτησεν πατὴρ καὶ ἐγὼ ἐν ἀγρῷ κατῴκουν, οὗπερ καὶ νῦν οἰκῶ, καὶ μᾶλλον ἀλλήλοις ἤδη ἐχρώμεθα διὰ τὸ γείτονές τε εἶναι καὶ ἡλικιῶται. χρόνου δὲ προβαίνοντος καὶ πάνυ οἰκείως διεκείμεθα, καὶ ἐγώ τε οὕτως οἰκείως διεκείμην πρὸς τοῦτον, ὥστʼ οὐδενὸς πώποτε ὧν ἐδεήθη οὗτος ἐμοῦ ἀπέτυχεν, οὗτός τε αὖ ἐμοὶ οὐκ ἄχρηστος ἦν πρὸς τὸ ἐπιμεληθῆναι καὶ διοικῆσαι, καὶ ὁπότε ἐγὼ ἀποδημοίην δημοσίᾳ τριηραρχῶν ἰδίᾳ κατʼ ἄλλο τι, κύριον τῶν ἐν ἀγρῷ τοῦτον ἁπάντων κατέλειπον. 53.5συμβαίνει δή μοι τριηραρχία περὶ Πελοπόννησον, ἐκεῖθεν δὲ εἰς Σικελίαν ἔδει τοὺς πρέσβεις ἄγειν, οὓς δῆμος ἐχειροτόνησεν. οὖν ἀναγωγὴ διὰ ταχέων ἐγίγνετό μοι. ἐπιστέλλω δὴ αὐτῷ ὅτι αὐτὸς μὲν ἀνῆγμαι καὶ οὐχ οἷός τε ἦν οἴκαδε ἀφικέσθαι, ἵνα μὴ κατακωλύοιμι τοὺς πρέσβεις· τούτῳ δὲ προσέταξα ἐπιμελεῖσθαί τε τῶν οἴκοι καὶ διοικεῖν, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ. 53.6ἐν δὲ τῇ ἐμῇ ἀποδημίᾳ ἀποδιδράσκουσιν αὐτὸν οἰκέται τρεῖς ἐξ ἀγροῦ παρὰ τούτου, οἱ μὲν δύο ὧν ἐγὼ ἔδωκα αὐτῷ, δὲ εἷς ὧν αὐτὸς ἐκτήσατο. διώκων οὖν ἁλίσκεται ὑπὸ τριήρους καὶ κατήχθη εἰς Αἴγιναν, καὶ ἐκεῖ ἐπράθη. ἐπειδὴ δὲ κατέπλευσα ἐγὼ τριηραρχῶν, προσέρχεταί μοι Δείνων ἀδελφὸς τούτου, λέγων τήν τε τούτου συμφοράν, αὐτός τε ὅτι διʼ ἀπορίαν ἐφοδίων οὐ πεπορευμένος εἴη ἐπὶ τοῦτον πέμποντος τούτου αὐτῷ ἐπιστολάς, καὶ ἅμα λέγων πρὸς ἐμὲ ὡς ἀκούοι αὐτὸν δεινῶς διακεῖσθαι. 53.7ἀκούσας δʼ ἐγὼ ταῦτα καὶ συναχθεσθεὶς ἐπὶ τῇ ἀτυχίᾳ τῇ τούτου, ἀποστέλλω τὸν Δείνωνα τὸν ἀδελφὸν αὐτοῦ εὐθὺς ἐπὶ τοῦτον, δοὺς ἐφόδιον αὐτῷ τριακοσίας δραχμάς. ἀφικόμενος δʼ οὗτος καὶ ἐλθὼν ὡς ἐμὲ πρῶτον μὲν ἠσπάζετο καὶ ἐπῄνει ὅτι παρέσχον τὰ ἐφόδια τῷ ἀδελφῷ αὐτοῦ, καὶ ὠδύρετο τὴν αὑτοῦ συμφοράν, καὶ κατηγορῶν ἅμα τῶν ἑαυτοῦ οἰκείων ἐδεῖτό μου βοηθῆσαι αὑτῷ, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ἦν περὶ αὐτὸν ἀληθινὸς φίλος· καὶ κλάων ἅμα, καὶ λέγων ὅτι ἓξ καὶ εἴκοσι μνῶν λελυμένος εἴη, εἰσενεγκεῖν αὑτῷ τι ἐκέλευέ με εἰς τὰ λύτρα. 53.8ταῦτα δὲ ἐγὼ ἀκούων καὶ ἐλεήσας τοῦτον, καὶ ἅμα ὁρῶν κακῶς διακείμενον καὶ δεικνύοντα ἕλκη ἐν ταῖς κνήμαις ὑπὸ δεσμῶν, ὧν ἔτι τὰς οὐλὰς ἔχει, καὶ ἐὰν κελεύσητε αὐτὸν δεῖξαι, οὐ μὴ ʼθελήσῃ, ἀπεκρινάμην αὐτῷ ὅτι καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ εἴην αὐτῷ φίλος ἀληθινός, καὶ νῦν ἐν τῇ συμφορᾷ βοηθήσοιμι αὐτῷ, καὶ τάς τε τριακοσίας, ἃς τῷ ἀδελφῷ αὐτοῦ ἔδωκα ἐφόδιον ὅτε ἐπορεύετο ἐπὶ τοῦτον, ἀφιείην αὐτῷ, χιλίας τε δραχμὰς ἔρανον αὐτῷ εἰς τὰ λύτρα εἰσοίσοιμι. 53.9καὶ τοῦτο οὐ λόγῳ μὲν ὑπεσχόμην, ἔργῳ δὲ οὐκ ἐποίησα, ἀλλʼ ἐπειδὴ οὐκ ηὐπόρουν ἀργυρίου διὰ τὸ διαφόρως ἔχειν τῷ Φορμίωνι καὶ ἀποστερεῖσθαι ὑπʼ αὐτοῦ τὴν οὐσίαν ἥν μοι πατὴρ κατέλιπεν, κομίσας ὡς Θεοκλέα τὸν τότε τραπεζιτεύοντα ἐκπώματα καὶ στέφανον χρυσοῦν, παρʼ ἐμοὶ ἐκ τῶν πατρῴων ὄντα ἐτύγχανεν, ἐκέλευσα δοῦναι τούτῳ χιλίας δραχμάς, καὶ τοῦτο ἔδωκα δωρεὰν αὐτῷ τὸ ἀργύριον, καὶ ὁμολογῶ δεδωκέναι. 53.10ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθʼ ἡμερῶν αὐτὸν ἀποδοῦναι διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι· γὰρ ἀδελφὸς Ἀρεθούσιος, οὗ τἀνδράποδʼ ἐστὶ ταῦτα νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου. 53.11σὺ οὖν μοι,” ἔφη, “πόρισον τὸ ἐλλεῖπον τοῦ ἀργυρίου, πρὶν τὰς τριάκονθʼ ἡμέρας παρελθεῖν, ἵνα μὴ τε ἀποδέδωκα,” ἔφη, “τὰς χιλίας δραχμάς, ἀπόληται, καὶ αὐτὸς ἀγώγιμος γένωμαι. συλλέξας δʼ,” ἔφη, “τὸν ἔρανον, ἐπειδὰν τοὺς ξένους ἀπαλλάξω, σοὶ ἀποδώσω ἄν μοι χρήσῃς. οἶσθα δʼ,” ἔφη, “ὅτι καὶ οἱ νόμοι κελεύουσιν τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα, ἐὰν μὴ ἀποδιδῷ τὰ λύτρα.” 53.12ἀκούων δὲ αὐτοῦ ταῦτα καὶ δοκῶν οὐ ψεύδεσθαι, ἀπεκρινάμην αὐτῷ ἅπερ ἂν νέος τε ἄνθρωπος καὶ οἰκείως χρώμενος, οὐκ ἂν νομίσας ἀδικηθῆναι, ὅτι Νικόστρατε, καὶ ἐν τῷ πρὸ τοῦ σοι χρόνῳ φίλος ἦν ἀληθινός, καὶ νῦν ἐν ταῖς συμφοραῖς σου, καθʼ ὅσον ἐγὼ ἐδυνάμην, βεβοήθηκα. ἐπειδὴ δὲ ἐν τῷ παρόντι οὐ δύνασαι πορίσαι ἅπαντα τὰ χρήματα, ἀργύριον μὲν ἐμοὶ οὐ πάρεστιν, οὐδʼ ἔχω οὐδʼ αὐτός, τῶν δὲ κτημάτων σοι τῶν ἐμῶν κίχρημι τι βούλει, θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι, ἐνιαυτὸν ἀτόκῳ χρῆσθαι τῷ ἀργυρίῳ καὶ ἀποδοῦναι τοῖς ξένοις. συλλέξας δὲ ἔρανον, ὥσπερ αὐτὸς φής, λῦσαί μοι.” 53.13ἀκούσας δʼ οὗτος ταῦτα καὶ ἐπαινέσας με, ἐκέλευσε τὴν ταχίστην πρᾶξαι, πρὶν ἐξήκειν τὰς ἡμέρας ἐν αἷς ἔφη δεῖν τὰ λύτρα καταθεῖναι. τίθημι οὖν τὴν συνοικίαν ἑκκαίδεκα μνῶν Ἀρκέσαντι Παμβωτάδῃ, ὃν αὐτὸς οὗτος προὐξένησεν, ἐπὶ ὀκτὼ ὀβολοῖς τὴν μνᾶν δανείσαντι τοῦ μηνὸς ἑκάστου. λαβὼν δὲ τὸ ἀργύριον οὐχ ὅπως χάριν τινά μοι ἀποδίδωσιν ὧν εὖ ἔπαθεν, ἀλλʼ εὐθέως ἐπεβούλευέ μοι, ἵνα ἀποστερήσειε τὸ ἀργύριον καὶ εἰς ἔχθραν κατασταίη, καὶ ἀπορούμενος ἐγὼ τοῖς πράγμασιν νέος ὢν τι χρησαίμην καὶ ἄπειρος πραγμάτων, ὅπως μὴ εἰσπράττοιμι αὐτὸν τὸ ἀργύριον οὗ συνοικία ἐτέθη, ἀλλʼ ἀφείην αὐτῷ. 53.14πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν· ἔπειτʼ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην. κλητῆρα δὲ κατʼ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά· καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον. 53.15ἔτι δὲ πρὸς τούτοις Ἀρεθούσιος ἀπρόσκλητόν μου <ἑξακοσίων καὶ> δέκα δραχμῶν δίκην καταδικασάμενος <καὶ ψευδεῖς> κλητῆρας ἐπιγραψάμενος, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον εἴκοσι μνῶν ἄξια, καὶ οὐδʼ ὁτιοῦν κατέλιπεν. ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδʼ ἂν οἱ πολέμιοι διαθεῖεν. 53.16πρὸς δὲ τούτοις μεθʼ ἡμέραν παιδάριον ἀστὸν εἰσπέμψαντες διὰ τὸ γείτονες εἶναι καὶ ὅμορον τὸ χωρίον, ἐκέλευον τὴν ῥοδωνιὰν βλαστάνουσαν ἐκτίλλειν, ἵνα, εἰ καταλαβὼν αὐτὸν ἐγὼ δήσαιμι κατάξαιμι ὡς δοῦλον ὄντα, γραφήν με γράψαιντο ὕβρεως. ὡς δὲ τούτου διήμαρτον, καὶ ἐγὼ μάρτυρας μὲν ὧν ἔπασχον ἐποιούμην, αὐτὸς δὲ οὐδὲν ἐξημάρτανον εἰς αὐτούς, ἐνταῦθα ἤδη μοι ἐπιβουλεύουσι τὴν μεγίστην ἐπιβουλήν· 53.17ἀνακεκριμένου γὰρ ἤδη μου κατʼ αὐτοῦ τὴν τῆς ψευδοκλητείας γραφὴν καὶ μέλλοντος εἰσιέναι εἰς τὸ δικαστήριον, τηρήσας με ἀνιόντα ἐκ Πειραιῶς ὀψὲ περὶ τὰς λιθοτομίας παίει τε πὺξ καὶ ἁρπάζει μέσον καὶ ἐώθει με εἰς τὰς λιθοτομίας, εἰ μή τινες προσιόντες, βοῶντός μου ἀκούσαντες, παρεγένοντο καὶ ἐβοήθησαν. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον εἰσελθὼν εἰς τὸ δικαστήριον πρὸς ἡμέραν διαμεμετρημένην, καὶ ἐξελέγξας αὐτὸν τὰ ψευδῆ κεκλητευκότα καὶ τὰ ἄλλα ὅσα εἴρηκα ἠδικηκότα, εἷλον. 53.18καὶ ἐν τῇ τιμήσει βουλομένων τῶν δικαστῶν θανάτου τιμῆσαι αὐτῷ, ἐδεήθην ἐγὼ τῶν δικαστῶν μηδὲν διʼ ἐμοῦ τοιοῦτον πρᾶξαι, ἀλλὰ συνεχώρησα ὅσουπερ αὐτοὶ ἐτιμῶντο, ταλάντου, οὐχ ἵνα μὴ ἀποθάνῃ Ἀρεθούσιος (ἄξια γὰρ αὐτῷ θανάτου εἴργαστο εἰς ἐμέ), ἀλλʼ ἵνα ἐγὼ Πασίωνος ὢν καὶ κατὰ ψήφισμα πολίτης μηδένα Ἀθηναίων ἀπεκτονὼς εἴην. ὡς δʼ ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς, τούτων ὑμῖν πάντων τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες

53.19 μὲν τοίνυν ἀδικούμενος, ἄνδρες δικασταί, ὑπʼ αὐτῶν τὴν ἀπογραφὴν ἐποιησάμην, δεδήλωκα ὑμῖν· ὡς δʼ ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα ταῦτα καὶ ὄντα ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἀπέγραψα, ἐπιδείξω ὑμῖν. τὸν μὲν γὰρ Κέρδωνα ἐκ μικροῦ παιδαρίου ἐξεθρέψατο· καὶ ὡς ἦν Ἀρεθουσίου, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.Μάρτυρες

53.20παρʼ οἷς τοίνυν ἠργάσατο πώποτε, ὡς τοὺς μισθοὺς Ἀρεθούσιος ἐκομίζετο ὑπὲρ αὐτοῦ, καὶ δίκας ἐλάμβανε καὶ ἐδίδου, ὁπότε κακόν τι ἐργάσαιτο, ὡς δεσπότης ὤν, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.Μάρτυρες

τὸν δὲ Μάνην, δανείσας ἀργύριον Ἀρχεπόλιδι τῷ Πειραιεῖ, ἐπειδὴ οὐχ οἷός τʼ ἦν αὐτῷ ἀποδοῦναι Ἀρχέπολις οὔτε τὸν τόκον οὔτε τὸ ἀρχαῖον ἅπαν, ἐναπετίμησεν αὐτῷ. καὶ ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες

53.21ἔτι τοίνυν καὶ ἐκ τῶνδε γνώσεσθε, ἄνδρες δικασταί, ὅτι εἰσὶν Ἀρεθουσίου οἱ ἄνθρωποι. ὁπότε γὰρ οἱ ἄνθρωποι οὗτοι ὀπώραν πρίαιντο θέρος μισθοῖντο ἐκθερίσαι ἄλλο τι τῶν περὶ γεωργίαν ἔργων ἀναιροῖντο, Ἀρεθούσιος ἦν ὠνούμενος καὶ μισθούμενος ὑπὲρ αὐτῶν. ὡς δʼ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες

53.22ὅσας μὲν τοίνυν μαρτυρίας παρασχέσθαι εἶχον ὑμῖν, ὡς ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα, δεδήλωκα ὑμῖν. βούλομαι δὲ καὶ περὶ τῆς προκλήσεως εἰπεῖν, ἣν οὗτοί με προὐκαλέσαντο καὶ ἐγὼ τούτους. οὗτοι μὲν γάρ με προὐκαλέσαντο, ὅτε πρώτη ἀνάκρισις ἦν, φάσκοντες ἕτοιμοι εἶναι παραδιδόναι ἐμοὶ αὐτῷ τὰ ἀνδράποδα βασανίσαι, βουλόμενοι μαρτυρίαν τινὰ αὑτοῖς ταύτην γενέσθαι. 53.23ἐγὼ δὲ ἀπεκρινάμην αὐτοῖς ἐναντίον μαρτύρων, ὅτι ἕτοιμός εἰμι ἰέναι εἰς τὴν βουλὴν μετʼ αὐτῶν καὶ παραλαμβάνειν μετʼ ἐκείνης μετὰ τῶν ἕνδεκα, λέγων ὅτι, εἰ μὲν ἰδίαν δίκην ἐδικαζόμην αὐτοῖς, εἰ ἐμοὶ ἐξεδίδοσαν, παρελάμβανον ἄν, νῦν δὲ τῆς πόλεως εἴη τὰ ἀνδράποδα καὶ ἀπογραφή· δεῖν οὖν δημοσίᾳ βασανίζεσθαι. 53.24ἡγούμην γὰρ οὐ προσήκειν ἐμοὶ ἰδιώτῃ ὄντι τοὺς δημοσίους βασανίζειν· οὔτε γὰρ τῆς βασάνου κύριος ἐγιγνόμην, οὔτε καλῶς ἔχειν τὰ λεγόμενα ὑπὸ τῶν ἀνθρώπων ἐμὲ κρίνειν, ἡγούμην τε δεῖν τὴν ἀρχὴν τοὺς ᾑρημένους ὑπὸ τῆς βουλῆς γράφεσθαι, καὶ κατασημηναμένους τὰς βασάνους, τι εἴποιεν οἱ ἄνθρωποι, παρέχειν εἰς τὸ δικαστήριον, ἵνʼ ἀκούσαντες ἐκ τούτων ἐψηφίσασθε ὁποῖόν τι ὑμῖν ἐδόκει. 53.25ἰδίᾳ μὲν γὰρ βασανιζομένων τῶν ἀνθρώπων ὑπʼ ἐμοῦ ἀντελέγετʼ ἂν ἅπαντα ὑπὸ τούτων, εἰ δὲ δημοσίᾳ, ἡμεῖς μὲν ἂν ἐσιωπῶμεν, οἱ δʼ ἄρχοντες οἱ ᾑρημένοι ὑπὸ τῆς βουλῆς ἐβασάνιζον ἂν μέχρι οὗ αὐτοῖς ἐδόκει. ταῦτα δʼ ἐμοῦ ἐθέλοντος, οὐκ ἂν ἔφασαν τῇ ἀρχῇ παραδοῦναι, οὐδʼ εἰς τὴν βουλὴν ἤθελον ἀκολουθεῖν. ὡς οὖν ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

53.26κατὰ πολλὰ μὲν οὖν ἔμοιγε δοκοῦσιν εἶναι ἀναίσχυντοι ἀμφισβητοῦντες τῶν ὑμετέρων, οὐχ ἥκιστα δὲ ὑμῖν αὐτοὺς ἐπιδείξω ἐκ τῶν νόμων τῶν ὑμετέρων. οὗτοι γάρ, ὅτε οἱ δικασταὶ ἐβούλοντο θανάτου τιμῆσαι τῷ Ἀρεθουσίῳ, ἐδέοντο τῶν δικαστῶν χρημάτων τιμῆσαι καὶ ἐμοῦ συγχωρῆσαι, καὶ ὡμολόγησαν αὐτοὶ συνεκτείσειν. 53.27τοσούτου δὴ δέουσιν ἐκτίνειν καθʼ ἠγγυήσαντο, ὥστε καὶ τῶν ὑμετέρων ἀμφισβητοῦσι. καίτοι οἵ γε νόμοι κελεύουσι τὴν οὐσίαν εἶναι δημοσίαν, ὃς ἂν ἐγγυησάμενός τι τῶν τῆς πόλεως μὴ ἀποδιδῷ τὴν ἐγγύην· ὥστε καὶ εἰ τούτων ἦν τὰ ἀνδράποδα, προσῆκεν αὐτὰ δημόσια εἶναι, εἴπερ τι τῶν νόμων ὄφελος. 53.28καὶ πρὶν μὲν ὀφείλειν τῷ δημοσίῳ, Ἀρεθούσιος ὡμολογεῖτο τῶν ἀδελφῶν εὐπορώτατος εἶναι· ἐπειδὴ δὲ οἱ νόμοι κελεύουσιν τἀκείνου ὑμέτερα εἶναι, τηνικαῦτα πένης ὢν φαίνεται Ἀρεθούσιος, καὶ τῶν μὲν μήτηρ ἀμφισβητεῖ, τῶν δὲ οἱ ἀδελφοί. χρῆν δʼ αὐτούς, εἴπερ ἐβούλοντο δικαίως προσφέρεσθαι πρὸς ὑμᾶς, ἀποδείξαντας ἅπασαν τὴν οὐσίαν τὴν ἐκείνου, τὰ τούτων αὐτῶν εἴ τις ἀπέγραφεν, ἀμφισβητεῖν. 53.29ἐὰν οὖν ἐνθυμηθῆτε, ὅτι οὐδέποτε ἔσται ἀπορία τῶν ἀμφισβητησόντων ὑμῖν περὶ τῶν ὑμετέρων ( γὰρ ὀρφανοὺς ἐπικλήρους κατασκευάσαντες ἀξιώσουσιν ἐλεεῖσθαι ὑφʼ ὑμῶν, γῆρας καὶ ἀπορίας καὶ τροφὰς μητρὶ λέγοντες, καὶ ὀδυρόμενοι διʼ ὧν μάλιστα ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, πειράσονται ἀποστερῆσαι τὴν πόλιν τοῦ ὀφλήματος), ἐὰν οὖν ταῦτα παριδόντες πάντα καταψηφίσησθε, ὀρθῶς βουλεύσεσθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52 Dem. 53 (English) >>Dem. 54

Powered by PhiloLogic